Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.218 Joseph. AJ 9.222 (English) >>Joseph. AJ 9.226

9.220γεωργικὸς δὲ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δʼ εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ἑπτὰ καὶ τριάκοντα, ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι τὸν ἀριθμὸν δισχίλιοι. 9.221διέταξε δʼ εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκέους καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίας κατεσκεύασε πετροβόλα τε καὶ δορυβόλα καὶ ἅρπαγας καὶ ἀρτῆρας καὶ ὅσα τούτοις ὅμοια. 9.222

Γενόμενος δʼ ἐν ταύτῃ τῇ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν· αὕτη δὲ ἦν πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα. 9.223ὤλισθε δὲ ὑπʼ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς κἀκεῖνον τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν ἤγαγεν. ἐνστάσης δʼ ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος θυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. 9.224τοῦ δʼ ἀρχιερέως Ἀζαρία ὄντων σὺν αὐτῷ ἱερέων ὀγδοήκοντα κωλύοντος αὐτόν, οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δʼ ἐφεῖσθαι τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους, καταβοώντων δʼ ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.218 Joseph. AJ 9.222 (English) >>Joseph. AJ 9.226

Powered by PhiloLogic